Ἐν ἔτει πρώτῳ Βαλτάσαρ βασιλέως Χαλδαίων Δανιὴλ ἐνύπνιον εἶδε, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ, καὶ τὸ ἐνύπνιον αὐτοῦ ἔγραψεν·
Δαν. 7,2 ἐγὼ Δανιὴλ ἐθεώρουν ἐν ὁράματί μου τῆς νυκτὸς καὶ ἰδοὺ οἱ τέσσαρες ἄνεμοι τοῦ οὐρανοῦ προσέβαλον εἰς τὴν θάλασσαν τὴν μεγάλην.
Δαν. 7,3 καὶ τέσσαρα θηρία μεγάλα ἀνέβαινον ἐκ τῆς θαλάσσης διαφέροντα ἀλλήλων.
Δαν. 7,4 τὸ πρῶτον ὡσεὶ λέαινα, καὶ πτερὰ αὐτῇ ὡσεὶ ἀετοῦ· ἐθεώρουν ἕως οὗ ἐξετίλη τὰ πτερὰ αὐτῆς, καὶ ἐξῄρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῇ.
Περισσότερα εδώ
και εδώ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου